[ ]
Phokis — Delphi — 183 BC
1 | ἄρχοντος Κράτωνος μηνὸς Θεοξενίου, ἐπὶ τοῖσ- |
δε ἀπέδοτο Λύκα Δώρου τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὔπρα- | |
ξις. τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπί- | |
5 | στευσε Εὔπραξις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- |
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
των τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι | |
καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ- | |
ρες κατὰ τὸν νόμον· Ἁγίων Καλλικρά- | |
10 | τεος, Πεισίλαος Νικοδάμου Δελφοί. |
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων | |
Σωσίνικος, Πεισίλαος, ἰδιῶται Δαμο- | |
χάρης, Πραξίας, Διόδωρος, Καλλίας, | |
15 | Δεξικράτης. |