[ ] Phokis — Delphi — 183 BC
1 ἄρχοντος Κράτωνος μηνὸς Θεοξενίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Λύκα Δώρου τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὔπρα-
ξις. τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπί-
5 στευσε Εὔπραξις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι
καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ-
ρες κατὰ τὸν νόμον· Ἁγίων Καλλικρά-
10 τεος, Πεισίλαος Νικοδάμου Δελφοί.
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων
Σωσίνικος, Πεισίλαος, ἰδιῶται Δαμο-
χάρης, Πραξίας, Διόδωρος, Καλλίας,
15 Δεξικράτης.
Search Help
Contact Us