[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δικαία Φίλω- |
νος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς Δαμοφάντου καὶ τοῦ υἱοῦ Δαμοκράτεος, τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικαία τὸ γένος οἰκογενῆ, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν τριῶν καὶ στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Νι- | |
5 | καία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν αὐτὰν καὶ τὰ ἐξ αὐτᾶς πάντα |
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν ὅ κα θέληι καὶ ἀ- | |
ποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀντιγέ- | |
νης Διοδώρου. εἰ δέ τίς κα ἅπτηται Νικαίας ἢ τῶν ἐκ ταύτας ἐπὶ καταδουλισ- | |
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δικαία καὶ Δα- | |
10 | [μ]όφαντος καὶ Δαμοκράτης καὶ ὁ βεβαιωτὴρ Ἀντιγένης. εἰ δὲ μὴ παρέχοιν βέ- |
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Νικαίαν καὶ τὰ ἐκ ταύτας πάντα | |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Θεύξενος, Τιμόκριτος· Ἀρ- | |
15 | τεμίδωρος, Θεύδοτος, Ξένων, Ἧρυς, Δαμοκράτης, Καλλίκων, Ἀριστόμαχος, Εὐκράτης Καλλίκωνος, Ἀριστέας, Ἐκέφυλος. |