[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχον[τος Εὐδ]ώρου μ[ηνὸ]ς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλεονίκα, συνευδοκε- |
όντων [τῶν υἱῶν Νί]κωνος [κα]ὶ Κλεολάου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
ον ἇι [ὄνομα Ἀντι]γόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἀπέχει. βεβαι- | |
ω[τὴρ κατὰ τὸν] νόμον· Ἐμμενίδας Καλλία. καθὼς ἐπίστευσε Ἀντιγόνα τὰν ὠνὰν | |
5 | [τῶι θεῶι, ἐφ’ ὧι]τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον. |
[εἰ δέ τις ἅπτοι]το Ἀντιγόνας ἐπὶ καταδουλισσμῶι, κύριος ἔστω συλέων ὁ πα- | |
[ρατυγχάνω]ν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος, καὶ ὁ βε- | |
[βαιωτὴρ] βεβαιούτω τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μή, ὑπόδικος ἔστω κα- | |
[τὰ τὸν νό]μον. μάρτυροι· Ἐμμενίδας, Εὔδωρος, Τιμόκριτος, Μένης, Ἀλκέτας, | |
10 | [Εὐκλείδ]ας. τὸ ἀντίγραφον τᾶς ὠνᾶς φυλάσσει Μένης. |