[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχον[τος Εὐδ]ώρου μ[ηνὸ]ς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλεονίκα, συνευδοκε-
όντων [τῶν υἱῶν Νί]κωνος [κα]ὶ Κλεολάου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι [ὄνομα Ἀντι]γόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἀπέχει. βεβαι-
ω[τὴρ κατὰ τὸν] νόμον· Ἐμμενίδας Καλλία. καθὼς ἐπίστευσε Ἀντιγόνα τὰν ὠνὰν
5 [τῶι θεῶι, ἐφ’ ὧι]τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον.
[εἰ δέ τις ἅπτοι]το Ἀντιγόνας ἐπὶ καταδουλισσμῶι, κύριος ἔστω συλέων ὁ πα-
[ρατυγχάνω]ν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος, καὶ ὁ βε-
[βαιωτὴρ] βεβαιούτω τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μή, ὑπόδικος ἔστω κα-
[τὰ τὸν νό]μον. μάρτυροι· Ἐμμενίδας, Εὔδωρος, Τιμόκριτος, Μένης, Ἀλκέτας,
10 [Εὐκλείδ]ας. τὸ ἀντίγραφον τᾶς ὠνᾶς φυλάσσει Μένης.
Search Help
Contact Us