[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸς Βυσίου, ἀπέδοτο Θεύ[δο]τ[ο]ς [․․]ρα[τ— — —] |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο Σωσίχαν κα[ὶ] | |
Σωσώ, καθὼς ἐπίστευσαν ἑκάτεραι τῶι θεῶι τὰν ὠνάν, ὥστε ἀνέ[φαπ]τοι | |
εἶμεν καὶ ἐλεύθεραι τὸν π[άντ]α βίον ἀπὸ πάντων, ποιοῦσαι ὅ κα θέλωντι [καὶ] πο- | |
5 | ρευόμεναι οἷς κα θέλω[ντι, τ]ιμᾶς ἀργυρίου 𐅇ΜΜΜ {²⁶μνᾶν ὀκτὼ}²⁶ τὰς δύο, καὶ τὰν τιμ[ὰ]ν |
ἔχει πᾶσαν. βεβαιω[τή]ρ· Ἄθαμβος Ἀθανίωνος. παραμεινάτω δὲ Σωσὼ | |
παρὰ Θεύδοτον ἔτ[η] δύο ποιοῦσα τὸ ποτιτασσόμενον ἀνεγκλήτως. | |
εἰ δέ τις ἐφάπτ[οι]το Σωσοῦς ἢ Σωσίχας ἐπὶ [κ]αταδουλισμῶ, κύριος | |
ἔστω ὁ παρατυ[χὼ]ν συλέ[ω]ν ἐπὶ τὰν τοῦ θεοῦ ὠνὰν ὡς ἐλευθέρας οὔσας, καὶ ὁ <βε>- | |
10 | βαιωτὴρ [β]εβ[αιούτω τ]ῶι θεῶι. μάρτυροι. οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, |
Πραξίας καὶ οἱ ἄ[ρχοντες] Θρασ[υκλ]<ῆ>ς, {⁴Θρασυκλέος}⁴ Ἀντιγένης, Εὐκλῆς, ἰδιῶται Ἄθαμβος Ἀθανίωνος, Ἐμμενίδας | |
Καλλία, Εὐ[κράτης] Καλλίκ[ωνος]. |