[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Νικέα τοῦ Δαμαρμένου Οἰανθέ- |
ος τὸ δεύτερον μηνὸς δωδεκάτου, ἄρχοντος δὲ ἐν Τολφωνία <Ἀ>νδρο- | |
νίκου τοῦ Φιλοδάμου μηνὸς Ἀπελλαίου, ἀπέδοτο Χαιρέλαος | |
Τολφώνιος, συνευδοκεόντων τῶν ὑῶν {²⁶υἱῶν}²⁶ Χαιρεσιλάου, Δαμο- | |
5 | φάντου, Τιμολάου Τολφωνίων, τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐ- |
λευθερίαι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστονίκα καὶ ταύτας | |
παιδάριον ὑποτιτθίδιον ὧι ὄνομα Ἀρίστων, τιμᾶς ἀργυρίου μνᾶν | |
ὀκτώ. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀγησίδαμος Στρατολάου | |
Τολφώνιος. μάρτυροι· Ἀγησίδαμος, Ἀνδρόνικος Φιλοδάμου, Ξενο- | |
10 | φάνης Φιλονίκου, Εὔαρχος Ἀντιφάνεος, Ἀρχέλαος Ἡράκωνος, |
Κρατίδας Κρατίνου, Ὑπερβαλλώνδας Σκάδα, Φιλόδαμος Κλεομάν- | |
τιος, Μενεκλῆς Δάμωνος, Φιλόδαμος Φιλονίκου, Τιμόλαος, Χαιρε- | |
σίλαος, Δαμόφαντος Χαιρελάου Τολφώνιοι, Φίλων Φιλω- | |
[ν]ίδα Φυσσκεύς. τᾶς ὠνᾶς ἀντίγραφον ἔχοντι Ἀ[ν]- | |
15 | δρόνικος Φιλο[δ]άμου Τολφώνιος, Μητρ[ό]- |
δωρος Προξένου Φυσσκεύς. |