[ ] Phokis — Delphi — 156-151 BC
1 ἀγωνοθετέοντος τῶν Λοκρῶν Νικέα τοῦ Δαμαρμένου Οἰανθέ-
ος τὸ δεύτερον μηνὸς δωδεκάτου, ἄρχοντος δὲ ἐν Τολφωνία <Ἀ>νδρο-
νίκου τοῦ Φιλοδάμου μηνὸς Ἀπελλαίου, ἀπέδοτο Χαιρέλαος
Τολφώνιος, συνευδοκεόντων τῶν ὑῶν {²⁶υἱῶν}²⁶ Χαιρεσιλάου, Δαμο-
5 φάντου, Τιμολάου Τολφωνίων, τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐ-
λευθερίαι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστονίκα καὶ ταύτας
παιδάριον ὑποτιτθίδιον ὧι ὄνομα Ἀρίστων, τιμᾶς ἀργυρίου μνᾶν
ὀκτώ. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀγησίδαμος Στρατολάου
Τολφώνιος. μάρτυροι· Ἀγησίδαμος, Ἀνδρόνικος Φιλοδάμου, Ξενο-
10 φάνης Φιλονίκου, Εὔαρχος Ἀντιφάνεος, Ἀρχέλαος Ἡράκωνος,
Κρατίδας Κρατίνου, Ὑπερβαλλώνδας Σκάδα, Φιλόδαμος Κλεομάν-
τιος, Μενεκλῆς Δάμωνος, Φιλόδαμος Φιλονίκου, Τιμόλαος, Χαιρε-
σίλαος, Δαμόφαντος Χαιρελάου Τολφώνιοι, Φίλων Φιλω-
[ν]ίδα Φυσσκεύς. τᾶς ὠνᾶς ἀντίγραφον ἔχοντι Ἀ[ν]-
15 δρόνικος Φιλο[δ]άμου Τολφώνιος, Μητρ[ό]-
δωρος Προξένου Φυσσκεύς.
Search Help
Contact Us