[ ] Phokis — Delphi — 184 BC
1 ἄρχοντος ἐν Δελφοῖς Εὐκράτεος μηνὸς Ἐνδυσποιτροπίου, στραταγέοντος δὲ Ἀλεξάνδρου Καλυδωνίου τὸ τρίτον μηνὸς
Διονυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πραξίδαμος Ἀμφισσεὺς σῶμα ἀνδρεῖον ὧι ὄνομα Δάζιμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
ἀργυρίου μνᾶν ἑπτά, καθὼς ἐπίστευσε Δάζιμος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν, ποιέοντα ὅ κα θέληι.
βεβαιωτήρ· Εὔδικος Χαριξένου. ὑπηρετείτω {ι} δὲ Δάζιμος Πραξιδάμωι τὰ δυνατὰ μέχρι οὗ κα βιώ{ι}η {²⁶βιώη}²⁶ Πραξίδαμος.
5 μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ τῶν ἀρχόντων Κράτων, Σωδαμίδας· Εὐκράτης, Δάμων, Λεπτίνας Δελφοί,
Νίκων, Ταυρίων, Ἀλεξίμαχος, Ἀρίσταρχος, Κλεύδαμος Ἀμφισ<σ>εῖς.
Search Help
Contact Us