[ ]
Phokis — Delphi — 184 BC
1 | στραταγέοντος Ἀλεξάνδρου τὸ τρίτον Καλυδωνίου μηνὸς Εὐθυαίου, |
ἐν δὲ Δελφοῖς ἄρχοντος Εὐκράτεος μηνὸς Ἀμαλίου, ἀπέδοτο Κρινόλαος | |
πατρὸς Πυσπάλου Ἄξιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Μελίτα τὸ γένος Λυδά, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων στατήρων | |
5 | δεκαοκτὼ δραχ<μ>ᾶς· βεβαιωτῆρες· Πολέμαρχος Παυσανία Δελφός, Στρόμβιχος |
Πυσπάλου, Ξενοίτας Ἀντόχου Ὀάξιοι· ἐφ’ ὧι Μελίταν ἐλευθέραν εἶμεν | |
καὶ ἀνέφαπτον, ποιέουσαν ὅ κα θέληι, καθὼς ἐπίστευσε Μελίτα τῶι θεῶι | |
τὰν ὠνάν. εἰ δέ τις ἐπιλαμβάνοιτο Μελίτας, ἐξουσία ἔστω τῶι περιτυχόντι | |
συλέοντι καὶ προϊσταμένωι Μελίτας ὑπὲρ τὸν θεόν. μάρτυρες· τοὶ ἱερεῖς | |
10 | Ξένων, Ἄθαμβος· Κράτων Νικοδάμου, Σωδαμίδας Εὐαγγέλου· |
Ἡράκλειτος, Θεογένης, Λέων Εὐανθεῖς. |