[ ]
Phokis — Delphi — 184 BC
1 | [στ]ρατα[γ]έοντ[ος] Ἀλεξάνδρου Καλυδωνίου τὸ τρίτον |
μηνὸς Εὐθυαίου, ἐν Δελ[φοῖς] δὲ ἄρχοντος Εὐκράτεος μηνὸς | |
Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπ[έδ]οτο Σωσίπατρος Λαττάβου Ναυπά- | |
κτιος τῶι Ἀπόλλωνι [τ]ῶι Πυθίωι [σ]ῶμα ἀνδρεῖον ὧι ὄνομα | |
5 | Φιλαρχίδας τὸ γένος Λάκωνα, τ[ι]μᾶς ἀργυρίου μνᾶν δύο, |
καθὼς ἐπίστευσε Φιλαρχίδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλεύθε[ρ]ος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] | |
τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- | |
μον· Πράοχος Ἀρχελάου Δελφός. εἰ δέ τίς κα ἅπτηται Φιλαρ- | |
10 | χίδα, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- |
μενος Σωσίπατρος καὶ ὁ βεβαιωτὴρ Πράοχος· εἰ δέ κα μὴ | |
παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ | |
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύ- | |
θερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
15 | καὶ ζαμίας. μάρ[τ]υρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, |
Ἄθαμβος καὶ οἱ ἄρχοντες Ὀρθαῖος Ἀτεισίδα, Κράτων Νικοδάμου, | |
Σωδαμίδας Εὐαγγέλου καὶ τοὶ προστάται Ζηνέας, Καλλίκων, | |
ἰδιῶται Θεύφραστος, Ξενοκράτης Πραόχου, Ἀρχέλαος Πυθοφάνεος, Πολύκλειτος Πεισίλα, Εὐκλείδας Καλλείδα, | |
20 | Θεύχαρις Κλεάνδρου. |