[ ] Phokis — Delphi — 184 BC
1 [στ]ρατα[γ]έοντ[ος] Ἀλεξάνδρου Καλυδωνίου τὸ τρίτον
μηνὸς Εὐθυαίου, ἐν Δελ[φοῖς] δὲ ἄρχοντος Εὐκράτεος μηνὸς
Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπ[έδ]οτο Σωσίπατρος Λαττάβου Ναυπά-
κτιος τῶι Ἀπόλλωνι [τ]ῶι Πυθίωι [σ]ῶμα ἀνδρεῖον ὧι ὄνομα
5 Φιλαρχίδας τὸ γένος Λάκωνα, τ[ι]μᾶς ἀργυρίου μνᾶν δύο,
καθὼς ἐπίστευσε Φιλαρχίδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλεύθε[ρ]ος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν]
τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό-
μον· Πράοχος Ἀρχελάου Δελφός. εἰ δέ τίς κα ἅπτηται Φιλαρ-
10 χίδα, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος Σωσίπατρος καὶ ὁ βεβαιωτὴρ Πράοχος· εἰ δέ κα μὴ
παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύ-
θερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
15 καὶ ζαμίας. μάρ[τ]υρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων,
Ἄθαμβος καὶ οἱ ἄρχοντες Ὀρθαῖος Ἀτεισίδα, Κράτων Νικοδάμου,
Σωδαμίδας Εὐαγγέλου καὶ τοὶ προστάται Ζηνέας, Καλλίκων,
ἰδιῶται Θεύφραστος, Ξενοκράτης Πραόχου, Ἀρχέλαος Πυθοφάνεος, Πολύκλειτος Πεισίλα, Εὐκλείδας Καλλείδα,
20 Θεύχαρις Κλεάνδρου.
Search Help
Contact Us