[ ] Phokis — Delphi — 185 BC
1 στραταγέοντος Πανταλέω[νος μη]νὸς Παν[άμ]ου, ἐν δὲ
Δελφοῖς ἄρχοντος Εὐκράτεος [μη]νὸς Βουκατίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Στράτιος Στρατάγου Α[ἰθανι]εύ[ς], Νέαρχος Ἐριναῖος
σῶμα ἀνδρεῖον ὧι ὄνομα Καλλίδαμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
5 τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Καλλίδαμος
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ
πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων
οἷς κα θέληι. βεβαιωτῆρες [κ]ατὰ τὸν νόμον· Λέων Ἴσιος, Λύκω-
πος Αἰθανιεύς, Δεξικράτης Δελφός. ὁμοίως δὲ καὶ οἱ παρα-
10 τ[υ]νχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον
ὄντα ἐπὶ τὸν θεὸν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικο[ι]
[π]άσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς
Ξένων, Ἄθαμβος· Ἀρχ[έ]λαος, Εὐ[κρ]άτ[ης],
Σωσίνικος, Πραξίας, Διόδωρος, Καλ[λί]ας,
15 Ἁβρόμαχος, Σωτύλος Δελφοί, [Λόχ]αγ[ος],
Θωπίας Φυρταῖος.
Search Help
Contact Us