[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸ[ς] Ποιτροπίου, ἀπέδο- |
το Θράσων Εὐπαλίδα Λιλαιεὺς τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δρόμων | |
ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ | |
5 | τὰν τιμὰν ἔχει πᾶσαν. κατὰ τοὺς νόμους βε- |
βαιωτήρ· Πολυκράτης Ξενοφῶντος Λιλαι- | |
εύς. μάρτυρες· ὁ ἱερεὺς Ἀνδρόνικος τοῦ Ἀ- | |
πόλλωνος· Μένης, Ἡρακλείδας, Κλέων | |
Κλεοδάμου καὶ οἱ ἄρχοντες Καλλίμαχος | |
10 | Βαβύλου, Γενναῖος Ἡράκωνος, Δαμόστρα- |
τος Μενεστράτου. |