SGDI II 1948
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸ[ς] Ποιτροπίου, ἀπέδο-
το Θράσων Εὐπαλίδα Λιλαιεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δρόμων
ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ
5 τὰν τιμὰν ἔχει πᾶσαν. κατὰ τοὺς νόμους βε-
βαιωτήρ· Πολυκράτης Ξενοφῶντος Λιλαι-
εύς. μάρτυρες· ὁ ἱερεὺς Ἀνδρόνικος τοῦ Ἀ-
πόλλωνος· Μένης, Ἡρακλείδας, Κλέων
Κλεοδάμου καὶ οἱ ἄρχοντες Καλλίμαχος
10 Βαβύλου, Γενναῖος Ἡράκωνος, Δαμόστρα-
τος Μενεστράτου.
Search Help
Contact Us