SGDI II 1947
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀρχία μηνὸς Ἡρακλείου, ἀπέδοτο Νικάσιππος Καλλία
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωφρό-
να τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν. κατὰ τοὺς νόμους τᾶς πόλιος βεβαιωτήρ. Μνασί-
5 ας Ἀγαθοκλέος. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος
καὶ οἱ ἄρχοντες Ἐμμενίδας, Ξεν[ό]κριτος, ἰδιῶται Μένης, Ἀρχέλα-
ος, Μενέστρατος, Ἡρακλείδας, Καλλία[ς].
Search Help
Contact Us