SGDI II 1946
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀρχία μηνὸς Ἀμαλίου, ἀπέδοντο Ἀ-
στόξενος Διονυσίου, Χαρῖνος Παρνασσίου τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σω-
σίχα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ
5 τὰν τι[μ]ὰν ἔχοντι, καθὼς ἐπίστευσε Σωσίχα τὰν ὠνὰν
τῶ θεῶ, ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ
πάντων τὸν πάντα χρόνον, ποιοῦσαν [ὅ] κα θέλη καὶ ἀπο-
τρέχουσαν ὅπ’{․․․} ἂν {κα} θέλη. βεβαιωτὴρ κατὰ τοὺς νό-
μους τᾶς πόλι{․․․}ος {²⁶πόλιος}²⁶· Ἀρχέλαος Πραόχου. μάρτυροι· οἱ ἄρχον-
10 τες [Δ]ρομοκλείδας, Ἐμμενίδας, ἰδιῶται Διόδωρος, Κλέων.
Search Help
Contact Us