[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸς Ποιτροπίου, ἐπὶ |
τοῖσδε ἀπέδοτο Δώρημα Νίκωνος τῶι [Ἀ]πόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομ[α] | |
Ἀφροδισία τὸ γένος Σύρα καὶ παιδάριον ὧι ὄνο- | |
5 | μα Ἀπολλώνιος οἰκογενές, τιμᾶς ἀγυρί- |
ου μνᾶν πέντε, καθὼς ἐπίστευσε Ἀφροδισί- | |
α καὶ Ἀπολλώνιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων | |
τὸν πάντα χρόνον, ποιέοντες ὅ κα θέλωντι καὶ | |
10 | ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ |
τὸν νόμον τᾶς πόλιος· Πασίων Κλέωνος, Καλλείδας Εὐ- | |
κλείδα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Ἀφροδισίας ἢ Ἀ- | |
πολλωνίου, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι θεῶι | |
ἅ τε ἀποδομένα Δώρημα καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ πα[ρ]έχ[ω]ν[τι] βέβαι- | |
15 | ον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον [τᾶς] πόλι- |
ος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ[λ]έοντες ὡς ἐ- | |
λευθέρους ἐόντας Ἀφροδισίαν καὶ Ἀπολλώνιον ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
κοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ἀφροδισία καὶ Ἀπολλ[ώ]νιος | |
παρὰ Δώρημα ἄχ[ρ]ι κα ζώη Δώρημα, ποιέοντες τὸ ποτιτασσόμενον πᾶν | |
20 | τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοιν τὸ ποτιτασσόμενον, κυρία ἔ[σ]τω |
Δώρημα κολάζουσα τρόπωι ὧι κα αὐτὰ θέλη. μάρτυροι· οἱ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ | |
ἄρχοντες Καλλίμαχος, Γενναῖος, Δα- | |
μόστρατος καὶ ἰδιῶται Τιμοκλῆς Πολύω- | |
25 | νος, Ξένων Ξενοκρίτου, Ξενέας Βαβύλου, Τίμων |
Φίλωνος, Πολύκλειτος Κλεοδάμου, Μένης, | |
Εὐκλείδας Καλλείδα, Τείσων Θευχάριος. |