SGDI II 1945
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸς Ποιτροπίου, ἐπὶ
τοῖσδε ἀπέδοτο Δώρημα Νίκωνος τῶι [Ἀ]πόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομ[α]
Ἀφροδισία τὸ γένος Σύρα καὶ παιδάριον ὧι ὄνο-
5 μα Ἀπολλώνιος οἰκογενές, τιμᾶς ἀγυρί-
ου μνᾶν πέντε, καθὼς ἐπίστευσε Ἀφροδισί-
α καὶ Ἀπολλώνιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων
τὸν πάντα χρόνον, ποιέοντες ὅ κα θέλωντι καὶ
10 ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ
τὸν νόμον τᾶς πόλιος· Πασίων Κλέωνος, Καλλείδας Εὐ-
κλείδα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Ἀφροδισίας ἢ Ἀ-
πολλωνίου, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι θεῶι
ἅ τε ἀποδομένα Δώρημα καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ πα[ρ]έχ[ω]ν[τι] βέβαι-
15 ον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον [τᾶς] πόλι-
ος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ[λ]έοντες ὡς ἐ-
λευθέρους ἐόντας Ἀφροδισίαν καὶ Ἀπολλώνιον ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ἀφροδισία καὶ Ἀπολλ[ώ]νιος
παρὰ Δώρημα ἄχ[ρ]ι κα ζώη Δώρημα, ποιέοντες τὸ ποτιτασσόμενον πᾶν
20 τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοιν τὸ ποτιτασσόμενον, κυρία ἔ[σ]τω
Δώρημα κολάζουσα τρόπωι ὧι κα αὐτὰ θέλη. μάρτυροι· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ
ἄρχοντες Καλλίμαχος, Γενναῖος, Δα-
μόστρατος καὶ ἰδιῶται Τιμοκλῆς Πολύω-
25 νος, Ξένων Ξενοκρίτου, Ξενέας Βαβύλου, Τίμων
Φίλωνος, Πολύκλειτος Κλεοδάμου, Μένης,
Εὐκλείδας Καλλείδα, Τείσων Θευχάριος.
Search Help
Contact Us