[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸς Ποιτροπίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἱέρων θεοδότου | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον | |
ἐνδογενὲς ὧι ὄνομα Θεόκριτος, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν τριῶν. βεβαιωτῆρες κα- |
τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέανδρος | |
Θεοχάριος, Τίμων Φίλωνος. παραμεινά- | |
τω δὲ Θεόκριτος παρὰ Ἱέρωνα καὶ Ζωδίχαν | |
τὰν ματέρα ἕως κα ζῶντι ποιῶν τὸ ποτι- | |
10 | τασσόμενον πᾶν τὸ δυνατόν. ἐξουσίαν |
δὲ ἐχόντων κολάζοντες ὧι κα θέλωντι | |
τρόπωι Θεόκριτον, εἴ κα μὴ παραμένη, καὶ ἁ | |
ὠνὰ αὐτοῦ ἄκυρος ἔστω. εἰ δέ τί κα πάθωντι, | |
ἐλεύθερός τε ἔστω καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
15 | των τὸμ πάντα χρόνον, ποιῶν ὅ κα θέλη |
καὶ ἀποτρέχων οἷς κα θέλη. εἰ δέ τις ἐ- | |
φάπτοιτο Θεοκρίτου ἐπὶ καταδουλισμῶι | |
παθόντος τι Ἱέρωνος ἢ Ζωδίχας, παρεχόν- | |
των βέβαιον τῶι θεῶι τὰν ὠνὰν οἱ βεβαι- | |
20 | ωτῆρες. καὶ ὁμοίως οἱ παρατυγχάνοντε[ς] |
κύριοι ὄντων Θεόκριτον συλέοντες ὡς ἐ- | |
λεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα- | |
25 | ξίας καὶ οἱ ἄρχοντες Καλλίμαχος, Γενναῖ- |
ος, Δαμόστρατος· Μένης. |