[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Εὐδώρου μηνὸς Ποιτροπίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἱέρων θεοδότου | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον | |
| ἐνδογενὲς ὧι ὄνομα Θεόκριτος, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τριῶν. βεβαιωτῆρες κα- |
| τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέανδρος | |
| Θεοχάριος, Τίμων Φίλωνος. παραμεινά- | |
| τω δὲ Θεόκριτος παρὰ Ἱέρωνα καὶ Ζωδίχαν | |
| τὰν ματέρα ἕως κα ζῶντι ποιῶν τὸ ποτι- | |
| 10 | τασσόμενον πᾶν τὸ δυνατόν. ἐξουσίαν |
| δὲ ἐχόντων κολάζοντες ὧι κα θέλωντι | |
| τρόπωι Θεόκριτον, εἴ κα μὴ παραμένη, καὶ ἁ | |
| ὠνὰ αὐτοῦ ἄκυρος ἔστω. εἰ δέ τί κα πάθωντι, | |
| ἐλεύθερός τε ἔστω καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| 15 | των τὸμ πάντα χρόνον, ποιῶν ὅ κα θέλη |
| καὶ ἀποτρέχων οἷς κα θέλη. εἰ δέ τις ἐ- | |
| φάπτοιτο Θεοκρίτου ἐπὶ καταδουλισμῶι | |
| παθόντος τι Ἱέρωνος ἢ Ζωδίχας, παρεχόν- | |
| των βέβαιον τῶι θεῶι τὰν ὠνὰν οἱ βεβαι- | |
| 20 | ωτῆρες. καὶ ὁμοίως οἱ παρατυγχάνοντε[ς] |
| κύριοι ὄντων Θεόκριτον συλέοντες ὡς ἐ- | |
| λεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
| πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα- | |
| 25 | ξίας καὶ οἱ ἄρχοντες Καλλίμαχος, Γενναῖ- |
| ος, Δαμόστρατος· Μένης. |