[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἱέρων θεοδότου
τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον
ἐνδογενὲς ὧι ὄνομα Θεόκριτος, τιμᾶς
5 ἀργυρίου μνᾶν τριῶν. βεβαιωτῆρες κα-
τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέανδρος
Θεοχάριος, Τίμων Φίλωνος. παραμεινά-
τω δὲ Θεόκριτος παρὰ Ἱέρωνα καὶ Ζωδίχαν
τὰν ματέρα ἕως κα ζῶντι ποιῶν τὸ ποτι-
10 τασσόμενον πᾶν τὸ δυνατόν. ἐξουσίαν
δὲ ἐχόντων κολάζοντες ὧι κα θέλωντι
τρόπωι Θεόκριτον, εἴ κα μὴ παραμένη, καὶ ἁ
ὠνὰ αὐτοῦ ἄκυρος ἔστω. εἰ δέ τί κα πάθωντι,
ἐλεύθερός τε ἔστω καὶ ἀνέφαπτος ἀπὸ πάν-
15 των τὸμ πάντα χρόνον, ποιῶν ὅ κα θέλη
καὶ ἀποτρέχων οἷς κα θέλη. εἰ δέ τις ἐ-
φάπτοιτο Θεοκρίτου ἐπὶ καταδουλισμῶι
παθόντος τι Ἱέρωνος ἢ Ζωδίχας, παρεχόν-
των βέβαιον τῶι θεῶι τὰν ὠνὰν οἱ βεβαι-
20 ωτῆρες. καὶ ὁμοίως οἱ παρατυγχάνοντε[ς]
κύριοι ὄντων Θεόκριτον συλέοντες ὡς ἐ-
λεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυ-
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα-
25 ξίας καὶ οἱ ἄρχοντες Καλλίμαχος, Γενναῖ-
ος, Δαμόστρατος· Μένης.
Search Help
Contact Us