[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πεισιθέου μηνὸς Ποιτροπίου,
ἀπέδοτο Θευγένης καὶ Λείριον τῶι Ἀ-
πόλλωνι τῶι Πυθίωι κορίδια δύο ἐπ’ ἐ-
λευθερίαι, ἃ ἐξεθρέψαντο αὐτοί, αἷς ὀ-
5 νόματα Σωσὼ καὶ Διονυσία, τιμᾶς ἀρ-
γυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχον-
τι πᾶ[σ]αν. βεβαι[ω]τὴρ κατὰ τὸν νό-
μον· Εὔδοκος. [π]αραμεινάν-
των δὲ Σωσὼ καὶ Διον[υ]σία παρὰ
10 Θευγένη καὶ Λίριον ἇς κα ζώωντι
Θεογένης καὶ Λίριον ποιοῦσαι τὸ ποτιτασ-
σόμενον [τ]ὸ δυνατόν· εἰ δὲ μή, κύριος ἔ-
στω Θεογένης καὶ Λίριον κολάζοντες
τρόπωι ὧι κα θέλωντι. ἐπεὶ δέ κά τι πάθων-
15 τι οὗτοι, ἐλεύθεροι ἔστωσαν Σωσὼ καὶ Δι-
ονυσία, καθὼς ἐπίστευσαν τὰν ὠνὰν
τῶι θεῶι, καὶ αὐταὶ καὶ τὰ αὐτᾶν πάντα. εἰ
δέ τίς κα ἀνθάπτηται Σωσῶς καὶ Διο-
νυσίας ἐπὶ καταδουλισμῶι, κύριος ἔ-
20 στω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέ-
ρας οὔσας ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε-
ρεῖς Πραξίας, Ἀνδρόνικος.
Search Help
Contact Us