[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Πεισιθέου μηνὸς Ποιτροπίου, |
ἀπέδοτο Θευγένης καὶ Λείριον τῶι Ἀ- | |
πόλλωνι τῶι Πυθίωι κορίδια δύο ἐπ’ ἐ- | |
λευθερίαι, ἃ ἐξεθρέψαντο αὐτοί, αἷς ὀ- | |
5 | νόματα Σωσὼ καὶ Διονυσία, τιμᾶς ἀρ- |
γυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχον- | |
τι πᾶ[σ]αν. βεβαι[ω]τὴρ κατὰ τὸν νό- | |
μον· Εὔδοκος. [π]αραμεινάν- | |
των δὲ Σωσὼ καὶ Διον[υ]σία παρὰ | |
10 | Θευγένη καὶ Λίριον ἇς κα ζώωντι |
Θεογένης καὶ Λίριον ποιοῦσαι τὸ ποτιτασ- | |
σόμενον [τ]ὸ δυνατόν· εἰ δὲ μή, κύριος ἔ- | |
στω Θεογένης καὶ Λίριον κολάζοντες | |
τρόπωι ὧι κα θέλωντι. ἐπεὶ δέ κά τι πάθων- | |
15 | τι οὗτοι, ἐλεύθεροι ἔστωσαν Σωσὼ καὶ Δι- |
ονυσία, καθὼς ἐπίστευσαν τὰν ὠνὰν | |
τῶι θεῶι, καὶ αὐταὶ καὶ τὰ αὐτᾶν πάντα. εἰ | |
δέ τίς κα ἀνθάπτηται Σωσῶς καὶ Διο- | |
νυσίας ἐπὶ καταδουλισμῶι, κύριος ἔ- | |
20 | στω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέ- |
ρας οὔσας ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε- | |
ρεῖς Πραξίας, Ἀνδρόνικος. |