[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Πεισιθέου |
μηνὸς Βυσίου, ἀπέδο- | |
[το Ἄ]θαμβος Ἀθανίωνος | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
5 | σῶμα γυναικεῖον ἇι ὄνομα |
Σωσώ, ἃν ἐπρίατο παρὰ Εὐαμέ- | |
ρου, τὸ γένος Μακέταν, καθὼς ἐπί- | |
[σ]τευσε Σωσὼ τὰν ὠνὰν τῶι θεῶι, | |
[τι]μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν | |
10 | [τι]μὰν ἔχει πᾶσαν, ἐφ’ ὧιτε ἐλευθέ- |
ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
των τὸν πάντα βίον. εἰ δ[έ] τις ἐφάπτοι- | |
[το Σω]σοῦς, κύριος ἔστω ὁ παρατυχὼν | |
15 | [συλέων] ὡς ἐλευθέραν οὖσαν. βεβαιω- |
[τὴρ κατὰ τοὺς νόμους τᾶ]ς πόλιος· Φίλων. | |
[μάρτυρες· οἱ ἱερεῖς τοῦ] Ἀπόλλω[νος Ἀνδρόνικος, Πραξίας, {²unfinished}² ] |