[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πεισιθέου
μηνὸς Βυσίου, ἀπέδο-
[το Ἄ]θαμβος Ἀθανίωνος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι
5 σῶμα γυναικεῖον ἇι ὄνομα
Σωσώ, ἃν ἐπρίατο παρὰ Εὐαμέ-
ρου, τὸ γένος Μακέταν, καθὼς ἐπί-
[σ]τευσε Σωσὼ τὰν ὠνὰν τῶι θεῶι,
[τι]μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν
10 [τι]μὰν ἔχει πᾶσαν, ἐφ’ ὧιτε ἐλευθέ-
ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν-
των τὸν πάντα βίον. εἰ δ[έ] τις ἐφάπτοι-
[το Σω]σοῦς, κύριος ἔστω ὁ παρατυχὼν
15 [συλέων] ὡς ἐλευθέραν οὖσαν. βεβαιω-
[τὴρ κατὰ τοὺς νόμους τᾶ]ς πόλιος· Φίλων.
[μάρτυρες· οἱ ἱερεῖς τοῦ] Ἀπόλλω[νος Ἀνδρόνικος, Πραξίας, {²unfinished}² ]
Search Help
Contact Us