[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου τοῦ Μενεστράτου μηνὸς Θεο-
ξενίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ
Ἁβρομάχου, Γλαύκου τοῦ Ξένωνος, γραμματεύοντος Σωξένου
τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀντιγένης καὶ Μνασίθεος καὶ
5 Καλλικράτης τοὶ Διοδώρου υἱοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ὧι ὄνομα Σωτήριχος τὸ γένος Ἀρμένιος, καθὼς ἐπίστευσε Σω-
τήριχος τῶι θεῶι τὰν ὠνάν, τιμᾶς ἀργυρίου μνᾶν δεκαοκτώ, καὶ τὰν
τιμὰν ἔχοντι πᾶσαν, ἐφ’ {ὅτ} ὧιτε ἐλεύθερον εἶμεν καὶ
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον-
10 τα ὅ κα θέληι καὶ ἀποτρέχοντα οἷς κα θέλη. βεβαιω-
τῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· [Ε]ὔδοκος Πρα-
ξία, Ἀγησίλαος Ταραντίνου. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα-
ταδουλισμῶι Σωτηρίχου, βέβαιον παρεχόντω τὰν
ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Ἀντιγένης καὶ Μνα-
15 σίθεος καὶ Καλλικράτης καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ
παρέχοιν τῶι θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐ-
όντω κατὸν νόμον τᾶς πόλιος. κύριος δὲ ἔστω, προι-
στάμενος Σωτηρίχου καὶ συλέων Σωτήριχον ὁ πα-
ρατυχὼν ἐπ’ ἐλευθερίαι ἀζάμιος ἐὼν καὶ ἀνυπόδι-
20 κος πάσας δίκας καὶ ζαμίας. κυριευέτω δὲ καὶ τῶν ἔ-
χει καὶ κατεσκεύωται φοροφορέων Σωτήριχος πάν-
των, καὶ οἱ βεβαιωτῆρες βέβαια παρεχόντω Σωτηρί-
χωι πάντα. μάρτυροι· Πυῤῥίας Ἀρχελάου, Ὑβρίας,
Σέλευκος, Μνασίας, Ἐπίνικος, Σώστρατος, Γλαῦκος
25 Ξένωνος, Τίμων Καλλικλέος, Ἄθαμβος Ἁβρομάχου,
Θεύξενος, Λύκος, Ἀρτεμίδωρος, Ἁγίων Κλεοδάμου, Ξε-
νόκριτος Στησιμένεος, Ξένων Σωσιξένου, Ἀστό-
ξενος καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα-
ξίας.
Search Help
Contact Us