[ ] Phokis — Delphi — 150-140 BC
1 [ἄρχον]τος Εὐκλέος μηνὸς Βοαθοίου, ἀπέδοτο Ἀναξὶς
[Ἐμμεν]δα, συνευδοκέοντος καὶ Ἐμμενίδα τοῦ υἱοῦ
[τοῦ Ἀναξ]ίδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
[ὧι ὄνομα] Πλεῖστος τὸ γένος Κίλικα, τιμᾶς ἀργυρίου μνᾶν
5 [τεσσάρω]ν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Πλεῖ-
[στος τῶι θ]εῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα-
[πτος ἀ]πὸ πάντων τὸν πάντα χρόνον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέ-
[χων οἷ]ς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν [νόμον] τᾶς πόλιος· Μνασίθε[ος Διο]-
[δώρου. ε]ἰ δέ τις ἐφάπτοιτο Πλείστου [ἐπὶ κατ]αδουλισμῶι, κύρι[ος ἔστω]
10 [αὐτ]οσαυτὸν συλέων Πλεῖστος καὶ ἄλλος ὁ παρατυγ[χάνων]
[ἀζ]άμιος ὢν καὶ ἀνυπόδικος πάσας δ[ίκας κ]αὶ πάσας ζαμίας. μάρ[τυρες· ὁ]
[γρα]μματεὺς τῶν ἀρχόντων Πολίτας καὶ ἰδιῶται Πρα[— — — — —]
[— — — —], Θεόξενος Καλλία, Διονύσιος Ἀσάνδρου, Καλλικρά[της — — —]
[— — — — —, Τ]αραντῖνος Μνασιθέου, Ἐπίμηλος Σελεύκου, Φιλοκ[ράτης — — —]
15 [— — — —α]χος.
Search Help
Contact Us