[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ποιτροπίου, |
ἀπέδοτο Μενεκράτηα Μεναίου, συνευδοκέοντος καὶ | |
τοῦ ὑοῦ {²⁶υἱοῦ}²⁶ Θευδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον κορίδιον ἇι ὄνομα Καλλικράτηα, τιμᾶς ἀργυ- | |
5 | ρίου στατήρων εἴκοσι πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν, |
[κ]αθὼς ἐπίστευσε Καλλικράτηα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
[τ]ε ἐλευθέρα εἶμεν καὶ θυγάτηρ Σωσίχ[α]ς καὶ Ἑρμογένεος τοῦ Διοσκου- | |
[ρί]δα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέ- | |
[λη] καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
10 | [λιο]ς· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ τίς κα ἐφάπτηται Καλλικρατείας ἐπὶ |
[κατα]δουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο- | |
[μένα] Μενεκράτηα καὶ ὁ ὑὸς αὐτᾶς Θεύδοτος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθανίω- | |
[νος· ε]ἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ | |
[τὸν] νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συ- | |
15 | [λέον]τες Καλλικράτηαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπό- |
[δικοι π]άσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
[Ἀνδρό]νικος καὶ οἱ ἄρχοντες Ξενέας, Δεξώνδας Πολυκράτεος, Ἀριστό- | |
[βουλο]ς Πάτρωνος, ἰδιῶται Διονύσιος, Τιμόκριτος, Ἄθαμβος Ἀθανί- | |
[ωνος]. |