[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ποιτροπίου, |
| ἀπέδοτο Μενεκράτηα Μεναίου, συνευδοκέοντος καὶ | |
| τοῦ ὑοῦ {²⁶υἱοῦ}²⁶ Θευδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον κορίδιον ἇι ὄνομα Καλλικράτηα, τιμᾶς ἀργυ- | |
| 5 | ρίου στατήρων εἴκοσι πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν, |
| [κ]αθὼς ἐπίστευσε Καλλικράτηα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| [τ]ε ἐλευθέρα εἶμεν καὶ θυγάτηρ Σωσίχ[α]ς καὶ Ἑρμογένεος τοῦ Διοσκου- | |
| [ρί]δα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέ- | |
| [λη] καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
| 10 | [λιο]ς· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ τίς κα ἐφάπτηται Καλλικρατείας ἐπὶ |
| [κατα]δουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο- | |
| [μένα] Μενεκράτηα καὶ ὁ ὑὸς αὐτᾶς Θεύδοτος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθανίω- | |
| [νος· ε]ἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ | |
| [τὸν] νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συ- | |
| 15 | [λέον]τες Καλλικράτηαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπό- |
| [δικοι π]άσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| [Ἀνδρό]νικος καὶ οἱ ἄρχοντες Ξενέας, Δεξώνδας Πολυκράτεος, Ἀριστό- | |
| [βουλο]ς Πάτρωνος, ἰδιῶται Διονύσιος, Τιμόκριτος, Ἄθαμβος Ἀθανί- | |
| [ωνος]. |