[ ]
Phokis — Delphi — 179 BC
1 | ἄρχοντος Εὐανγέλου μηνὸς |
Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
Ὀρθαῖος Χάρητος Δελφὸς | |
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστοκράτεια, | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, |
καθὼς ἐπίστευσε Ἀριστοκράτεια | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν | |
καὶ ἀνέφαπτος τὸν πάντα βίον, ποιοῦσα | |
ὅ κα θέλη. βεβαιωτήρ· Καλλίας Καλλιμάχου | |
10 | Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος |
Ἄθανβος, Ἀμύντας· Κλέ[α]νδρος, Μαντίας, Καλλίκων. |