[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Εὐανγέλου μηνὸς
Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ὀρθαῖος Χάρητος Δελφὸς
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστοκράτεια,
5 τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
καθὼς ἐπίστευσε Ἀριστοκράτεια
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλευθέρα εἶμεν
καὶ ἀνέφαπτος τὸν πάντα βίον, ποιοῦσα
ὅ κα θέλη. βεβαιωτήρ· Καλλίας Καλλιμάχου
10 Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἄθανβος, Ἀμύντας· Κλέ[α]νδρος, Μαντίας, Καλλίκων.
Search Help
Contact Us