[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Δαιδαφορίου,
[ἀπέ]δοτο Κρανίχα Φερεκράτεος, συνευδοκέοντος τοῦ ἀνδρὸς
[Καλλέ]α καὶ τοῦ ὑοῦ Ξένωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
[γ]υναικεῖον ἇι ὄνομα Πίθανον τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου
5 μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βεβ[α]ιωτῆρες· Καλλέας Ξένω-
νος, Ἄθαμβος Ἀθανίωνος. καθὼς ἐπίστευσε Πίθανον τῶ θεῶ τὰν
ὠνάν, ἐφ’ ὅτω ἐλευθέρα εἶμεν τὸν πάντα βίον καὶ ἀνέφαπτος
ὑπὸ πάντων, ποιοῦσα ὅ κ[α θέλη].
Search Help
Contact Us