[ ] Phokis — Delphi — 150-140 BC
1 [ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος, βουλευόντων τὰν δε]υτέραν ἑξάμηνον Ἁγί-
[ωνος τοῦ Ἐχεφύλου, Γενναίου τοῦ Ἡράκωνος, γραμμ]ατεύοντος Σωστράτου τοῦ
Σωτύλου καὶ μ[ηνὸς Βυσίου, ἀπέδοτο Βάκχιος Πάτ]ρωνος, συνευδοκέοντος καὶ
τοῦ υἱοῦ Ἁγίω[νος, Χαρίξενος Ἀλέξων]ος, συνευδοκεόντων καὶ τῶν υἱ-
5 ῶν Ἀλέξωνος, Πολε[μάρχου, τ]ῶι Ἀπ[όλλων]ι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ-
νομα Ἄμμιλα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων στατήρων δεκαδύο, καὶ τὰν
τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τ[οὺ]ς νόμους τᾶς πόλιος· Ἀστόξενος Διονυσί-
ου. καὶ ἀπ[οτρεχ]έτ[ω] ἔχουσα Ἄμμιλα [ἅ] κα κατασκεώσηται παρὰ Χαρίξενον.
μάρτυ[ρ]οι· τ[ο]ὶ ἱερεῖς τοῦ Ἀπόλλων[νο]ς Πραξίας, Ἀνδρόνικος καὶ τῶν ἀρ-
10 [χόντων Γενν]αῖος, Σώστρατος, ἰδιῶται Ξεναγόρας, Τιμόκριτος, Σωσί-
νικος, Ἄθαμβ[ος] Ἁβρομάχου.
Search Help
Contact Us