[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος ἐν Δελφ[οῖς Δε]ξώνδα τοῦ Δάμωνος μηνὸς Ἀ[πελλαίου], [ἐν δὲ] Χαλείωι |
[ἄρχον]τος Λαχ[άρεος τοῦ] Σκύθα καὶ μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο | |
[Δαμ]όνικος Δαμο[νίκου], Ἀγησίπολις Δωροθέου Χαληεῖς σῶμα γυναικεῖον τῶι θεῶι | |
ἇι ὄνομα Ἀριστονίκα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευ- | |
5 | σε Ἀριστονίκα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλευθέρα ἔσται καὶ ἀνέφαπτος τὸν πάντα χρό- |
νον. βεβαιωτὴρ κατὰ τὸ σύμβολον· Ξένων Βούλωνος Δελφός. μάρτυρες· οἱ ἄρχοντες | |
τᾶς πόλιος τῶν Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖνος Ἀρχιάδα, Πράοχος Ἀρ- | |
χελάου Δελφοὶ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, ἰδιῶται Θρασυ- | |
κλῆς Πραξία, Εὐαγόρας, Μένης ὁ νεωκόρος, Ξενόκριτος Στ[η]σιμένεος, Εὐκλεί- | |
10 | δας Κάλλωνος Δελφοί. |