[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος ἐν Δελφ[οῖς Δε]ξώνδα τοῦ Δάμωνος μηνὸς Ἀ[πελλαίου], [ἐν δὲ] Χαλείωι
[ἄρχον]τος Λαχ[άρεος τοῦ] Σκύθα καὶ μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο
[Δαμ]όνικος Δαμο[νίκου], Ἀγησίπολις Δωροθέου Χαληεῖς σῶμα γυναικεῖον τῶι θεῶι
ἇι ὄνομα Ἀριστονίκα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευ-
5 σε Ἀριστονίκα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλευθέρα ἔσται καὶ ἀνέφαπτος τὸν πάντα χρό-
νον. βεβαιωτὴρ κατὰ τὸ σύμβολον· Ξένων Βούλωνος Δελφός. μάρτυρες· οἱ ἄρχοντες
τᾶς πόλιος τῶν Δελφῶν Ἐμμενίδας Καλλία, Ἀλκῖνος Ἀρχιάδα, Πράοχος Ἀρ-
χελάου Δελφοὶ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, ἰδιῶται Θρασυ-
κλῆς Πραξία, Εὐαγόρας, Μένης ὁ νεωκόρος, Ξενόκριτος Στ[η]σιμένεος, Εὐκλεί-
10 δας Κάλλωνος Δελφοί.
Search Help
Contact Us