[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεόδικο[ς Δωροθέου, συνευδοκεόν]-
των καὶ τῶν υἱῶν τῶν Κλεοδίκου Δωροθέου καὶ Γλαυκία, [σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὔνους]
τὸ γένος Θρᾶικα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν [τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε]
Εὔνους τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθ[ερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ]
5 πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρ[έχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἡρακλεί]-
δας Καλλία. εἰ δέ τις ἐφάπτοιτο Εὐνόου ἐπὶ καταδουλισμῶι, βέβαιον [παρεχ]όντω οἵ τε ἀποδό-
μενοι καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι [τὰν ὠνάν], πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάν[οντες κύ]ριοι ἐόντων συλέ-
οντες ὡς ἐλεύθερον ὄντα καὶ ἀνέφαπτον ἀπὸ πά[ντων ἀζ]άμιοι [ὄν]τες καὶ ἀ-
10 νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι [οἱ ἱερεῖς το]ῦ Ἀπόλλωνος Πρα-
[ξίας, Ἀν]δρόνικος, [Ἐμμε]νίδας τῶν ἀρχόντων, Μένης, [Πεισί]θεος [Ξέ]νωνος,
[․․․․․․]δας Ἀλ[έξων]ος, Εὐκλείδας, Δάμαρχος.
Search Help
Contact Us