SGDI II 1925
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλύ-
τα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀθηναιῒς τὸ γένος Μακέταν,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀθηναιῒς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέληι κα[ὶ]
5 ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νικόμαχος Δεξίπ-
που. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀθηναΐδος, βέβαιον παρεχέτω τὰν ὠνὰν τῶι
θεῶι ἅ τε ἀποδομένα Κλύτα καὶ ὁ βεβαιωτὴρ Νικόμαχος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν
ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀθηναιΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ-
10 όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ἀθηναιῒς παρὰ Κλύ-
ταν ἄχρι οὗ κα ζώη Κλύτα {ν} ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ
ποιέοι τὸ ποτιτασσόμενον, κυρία ἔστω Κλύτα κολάζουσα τρόπω ὧ κα αὐ-
τὰ θέλη. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχον-
τες Ἀστόξενος Διονυσίου, Ἀριστίων Ἄγωνος καὶ ἰδιῶται Πολύων
15 Τιμοκλέος, Ἰατάδας.
Search Help
Contact Us