[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄρχοντος] Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο
[Εἰρά]να Νικία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖο[ν] ἇι ὄνομα Ὠφε[λίμ]-
α, τ[ι]μ[ᾶ]ς ἀργυρίου μνᾶν [τ]ριῶν, καὶ τὰν τιμὰ[ν ἔ]χει πᾶσαν, καθὼς ἐπίστευ-
σε Ὠφελίμα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέ-
5 φαπτον ἀπὸ π[ά]ντων τὸν πάντα βίον. βεβαιωτῆρες κατ[ὰ]
[τὸν νόμον Νικί]ας Κάλλωνος, Γενναῖος Ἡράκωνος. πα-
[ραμεινάτω δ]ὲ Ὠφελίμ[α] παρὰ Ε[ἰ]ράναν ἄχρι κα ζώη Εἰράνα
[ποιέουσα τὸ] ποτιτασσόμ[ε]νον πᾶν τὸ δυνατόν·
[εἰ δέ τί κα μ]ποιήσαι Ὠφελίμα τῶν πο-
10 [τιτασσομέ]νων ὑπὸ Εἰράνας καθὼς γέγραπται
[δυνατὰ] ἐοῦσα, κυρία ἔστω Εἰράνα κολάζουσα Ὠφελίμαν τρό-
[πωι ὧ]ι κα θέλη καὶ ἄλλος ὑπὲρ Εἰράν<αν> ὅν κα Εἰράνα κελεύη. εἰ δέ
[τί κα π]άθη Εἰράνα, ἐλευθέρα ἔστω Ὠφελίμα κυριεύουσα αὐτο-
[σαυ]τᾶς καὶ ἀποτρέχουσα οἷς κα θέλη καὶ ποιέουσα ὅ κα θέλη, κα-
15 [θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ὠφελί-
μας ἐπὶ καταδουλισμῶι τελευτασάσας {ας} Εἰράνας, βέβαιον
παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον.
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
20 καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖ[ς] τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Ἀμύν-
τας καὶ τοὶ ἄρχοντες Ἀλκῖνος, Λαιάδας, ἰδιῶται Ξένων Σωσιξέ-
νου, Κάλλων Σατύρου, Τείσων Κλεάνδρου, Τιμοκλῆς Πολύωνος,
Ἡράκων Παρνασσίου, Πλείστων Πράξωνος.
Search Help
Contact Us