[ ]
Phokis — Delphi — 156-151 BC
1 | [ἄρχοντος] Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
[Εἰρά]να Νικία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖο[ν] ἇι ὄνομα Ὠφε[λίμ]- | |
α, τ[ι]μ[ᾶ]ς ἀργυρίου μνᾶν [τ]ριῶν, καὶ τὰν τιμὰ[ν ἔ]χει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Ὠφελίμα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέ- | |
5 | φαπτον ἀπὸ π[ά]ντων τὸν πάντα βίον. βεβαιωτῆρες κατ[ὰ] |
[τὸν νόμον Νικί]ας Κάλλωνος, Γενναῖος Ἡράκωνος. πα- | |
[ραμεινάτω δ]ὲ Ὠφελίμ[α] παρὰ Ε[ἰ]ράναν ἄχρι κα ζώη Εἰράνα | |
[ποιέουσα τὸ] ποτιτασσόμ[ε]νον πᾶν τὸ δυνατόν· | |
[εἰ δέ τί κα μ]ὴ ποιήσαι Ὠφελίμα τῶν πο- | |
10 | [τιτασσομέ]νων ὑπὸ Εἰράνας καθὼς γέγραπται |
[δυνατὰ] ἐοῦσα, κυρία ἔστω Εἰράνα κολάζουσα Ὠφελίμαν τρό- | |
[πωι ὧ]ι κα θέλη καὶ ἄλλος ὑπὲρ Εἰράν<αν> ὅν κα Εἰράνα κελεύη. εἰ δέ | |
[τί κα π]άθη Εἰράνα, ἐλευθέρα ἔστω Ὠφελίμα κυριεύουσα αὐτο- | |
[σαυ]τᾶς καὶ ἀποτρέχουσα οἷς κα θέλη καὶ ποιέουσα ὅ κα θέλη, κα- | |
15 | [θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ὠφελί- |
μας ἐπὶ καταδουλισμῶι τελευτασάσας {ας} Εἰράνας, βέβαιον | |
παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. | |
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
20 | καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖ[ς] τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Ἀμύν- |
τας καὶ τοὶ ἄρχοντες Ἀλκῖνος, Λαιάδας, ἰδιῶται Ξένων Σωσιξέ- | |
νου, Κάλλων Σατύρου, Τείσων Κλεάνδρου, Τιμοκλῆς Πολύωνος, | |
Ἡράκων Παρνασσίου, Πλείστων Πράξωνος. |