SGDI II 1923
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μαντί-
ας Κλευδάμου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀρμένιος, τι-
μᾶς ἀργυρίου μνᾶν δύο στατήρων ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Ἀρμένιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος ε[ἶ]μεν καὶ ἀνέφαπτος ἀ-
5 πὸ πάντων τὸν πάντα χρόνον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι.
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλ[ι]ο[ς]·  Εὐκλείδας Καλλείδα. εἰ δέ τίς κα ἐφάπτη-
ται Ἀρμενίου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
ὅ τε ἀποδόμενος Μαντίας καὶ ὁ βεβαιωτὴρ Εὐκλείδας. εἰ δὲ μὴ παρέχοιεν βέβαι-
ον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος.
10 ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀρ-
μένιον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἀμύντας, Ἀνδρόνικος, ἰδιῶται Ἄθαμβος Ἁβρομάχου,
Φίλων Ἀριστέα, Εὐκλείδας, Ἀντιχάρης Ἀζαράτου καὶ τῶν
15 ἀρχόντων Εὐκλῆς Καλλιστράτου.
Search Help
Contact Us