SGDI II 1921
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Εὐάρχου
τοῦ Σω[κρ]άτεος μηνὸς Ἀγρυστυεῶνος,
ἐν Δ[ελ]φοῖς δὲ ἄρχοντος Ἥρυος μηνὸς Βο[υ]-
[κα]τ[ίου, ἀ]πέδοτο Εὐξίθεος Ἀμύντα Ἀμφισσεὺ[ς]
5 τ[ῶι Ἀπ]όλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον [ἇι]
ὄνομα Διονυσία τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργ[υ]-
ρίου μνᾶν ἑπτά, καὶ τὰν [τ]ιμὰν ἔχει. βεβαιωτὴρ κατ[ὰ] τὸ σύμβο-
λον καὶ τοὺς νόμους τᾶς πόλιος τῶν Δελφῶν· Ἄθαμβος Ἀθανί-
ωνος Δελφός. καθ[ὼ]ς ἐπίστευσε Διονυσία τὰν ὠνὰν τῶι θεῶι,
10 ἐφ’ <ὅ>τω ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον. εἰ δέ τίς <κα> καταδουλίζηται Διονυσίαν, κύριος
ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζά-
μι[ο]ς ὢν καὶ ἀνυπόδικος πά[σα]ς δίκας καὶ ζαμίας. μάρτυ-
ροι· οἱ ἱερεῖς Ἀ[μ]ύντας, Ἀνδρόνικος, ὁ νακόρος Μένης, Ἀριστέ-
15 ας, Νίκαρχος, Ἐκέφυλος, Ἵππων.
Search Help