[ ]
Phokis — Delphi — 179 BC
1 | ἄρχοντος Εὐα[γγέ]λου μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Αἰνήσιον Μαντί[α Δε]λφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
δρεῖον [ὧ]ι ὄνομα [Σω]σίνης, τιμᾶς ἀργυρίου μνᾶν πέντε, κ[α]- | |
θὼς ἐπίστευσε Σωσίνης τῶι θεῶι τὰν ὠνάν. βεβαιωτ[ῆρ]ες | |
5 | [κα]τὰ τὸν νόμον· Α[ἰ]ακίδας, Μαντίας Φιλαιτώλου Δελφοί. [π]α[ρ]α- |
μεινάτω δὲ Σωσίνης παρὰ Αἰνήσιον ἔτη ἓξ [π]οέων τὸ ποτιτ[α]σ- | |
σόμενον πᾶν τὸ δυνα[τ]ὸν ἀνεγκλήτως· εἰ δέ κα παραμείνηι τὰ ἓξ | |
ἔτη καθ[ὼ]ς γέγρα[π]ται, [ἐ]λεύθερος ἔστω Σωσίνης κυριεύων αὐ- | |
[τ]οσαυτοῦ [κ]αὶ ποιέων ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν | |
10 | ὠνάν. [ε]ἰ δ[έ] τίς κα ἅπτηται Σωσίνεος διελθόντος τοῦ χρόνου |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε | |
ἀ[ποδο]μέ[να Α]ἰνήσιον καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον. ὁμοί- | |
ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς | |
ἐλ[ε]ύθερον ὄντα ἀζάμ[ι]ο[ι] ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
15 | [κ]αὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμ[β]ος, τῶν δὲ ἀρχόντων |
βούλων, Μελισσ[ί]ων, ἰδιῶται Δαμοχάρης Καλλείδα, | |
Σώσιππος, Λαχάρης, Ἐπιχάρης. |