SGDI II 1916
[ ] Phokis — Delphi — 179 BC
1 ἄρχοντος Εὐα[γγέ]λου μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο
Αἰνήσιον Μαντί[α Δε]λφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον [ὧ]ι ὄνομα [Σω]σίνης, τιμᾶς ἀργυρίου μνᾶν πέντε, κ[α]-
θὼς ἐπίστευσε Σωσίνης τῶι θεῶι τὰν ὠνάν. βεβαιωτ[ῆρ]ες
5 [κα]τὰ τὸν νόμον· Α[ἰ]ακίδας, Μαντίας Φιλαιτώλου Δελφοί. [π]α[ρ]α-
μεινάτω δὲ Σωσίνης παρὰ Αἰνήσιον ἔτη ἓξ [π]οέων τὸ ποτιτ[α]σ-
σόμενον πᾶν τὸ δυνα[τ]ὸν ἀνεγκλήτως· εἰ δέ κα παραμείνηι τὰ ἓξ
ἔτη καθ[ὼ]ς γέγρα[π]ται, [ἐ]λεύθερος ἔστω Σωσίνης κυριεύων αὐ-
[τ]οσαυτοῦ [κ]αὶ ποιέων ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν
10 ὠνάν. [ε]ἰ δ[έ] τίς κα ἅπτηται Σωσίνεος διελθόντος τοῦ χρόνου
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε
[ποδο]μέ[να Α]ἰνήσιον καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον. ὁμοί-
ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς
ἐλ[ε]ύθερον ὄντα ἀζάμ[ι]ο[ι] ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας
15 [κ]αὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμ[β]ος, τῶν δὲ ἀρχόντων
βούλων, Μελισσ[ί]ων, ἰδιῶται Δαμοχάρης Καλλείδα,
Σώσιππος, Λαχάρης, Ἐπιχάρης.
Search Help
Contact Us