[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος ἐν Ἀμφίσσα Δωροθέου μηνὸς Ἀγραστυῶνος, ἐν Δελφοῖ- |
ς δὲ ἄρχοντος Φιλοκράτεος μηνὸς Βουκατίου, ἀπέδοτο Δαμαίνετος | |
Ἀριστοβούλου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Φυσίς, ἃν ἐπρίατο αὐτὸς παρὰ Ἀριστάρχου καὶ Δαμῶς Ἐριναίων, | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, τὰν τιμὰν ἔχει, ὥστε ἐλευθέραν εἶμεν |
καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς αὐτὰ ἐπίστευσε Φυσὶς τῶ θεῶ. | |
βεβαιωτήρ· Λύκωπος Λύκου Ἀμφισσεύς. ἁ ὠνὰ ἐν τῶ ἱερῶι καὶ παρὰ τὸν | |
νακόρον Μένητα καὶ ἀντιγραφὰ παρὰ Πανκλῆ. μάρτυροι· ὁ ἱερεὺς | |
Ἀνδρόνικος καὶ ὁ νακόρος Μένης καὶ ἰδιῶται Πανκλῆς, Τίμων, | |
10 | Δωρόθεος, Θεότιμος. |