[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Βουκατίου, ἀπέδοτο Κρατὼ Μεσατέος, |
συνευδοκεόντων καὶ τῶν ὑῶν {²⁶υἱῶν}²⁶ αὐτᾶς Μεσατέος καὶ Νικάρχου, τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εἰράνα τὸ γένος Ἀρ- | |
μενίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαι- | |
5 | ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νίκαρχος Ἐράτωνος. καθὼς ἐπίστευ- |
σε τὰν ὠνὰν Εἰράνα τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
ὑπὸ πάντων, ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσα ἇι κα θέλη. μάρτυροι· | |
τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἀμύντας, Ἀνδρόνικος καὶ ἰδιῶται Φιλοκράτης, | |
Ἄθαμβος Ἁβρομάχου, Μελισίων, Σωσίνικος. |