[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἀθάμβου μηνὸς Ἡρακλείου, ἀπέδοτο Ἐμμενίδας Καλλία
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεώ, τιμᾶς
ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Θεόξενος Καλλία. καθὼς ἐπίστευσε Κλεὼ τῶι θεῶ τὰν ὠνάν,
5 ἐφ’ ὧι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέ-
χουσα ἇ κα θέλη. εἰ δέ τίς κα ἐφάπτηται ἐπὶ καταδουλώσει Κλεοῦς,
βέβαιον παρεχόντω τὰν.
Search Help
Contact Us