[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Ἀθάμβου μηνὸς Ἡρακλείου, ἀπέδοτο Ἐμμενίδας Καλλία |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεώ, τιμᾶς | |
| ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Θεόξενος Καλλία. καθὼς ἐπίστευσε Κλεὼ τῶι θεῶ τὰν ὠνάν, | |
| 5 | ἐφ’ ὧι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέ- |
| χουσα ἇ κα θέλη. εἰ δέ τίς κα ἐφάπτηται ἐπὶ καταδουλώσει Κλεοῦς, | |
| βέβαιον παρεχόντω τὰν. |