[ ] Phokis — Delphi — 177 BC
1 ἄρχοντος Πραξία μηνὸς Ἀμαλίου, ἀπέ-
δοτο Φιλοκράτης Θεοφράστου Δελφὸς
τοῖ Ἀπόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον
οἷ ὄνομα Κῶμος, τιμᾶς ἀργυρίου μνᾶν δεκα-
5 τριῶν, καθὼς ἐπίστευσε τοῖ θεοῖ τὰν ὠνὰν Κῶμος. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου. κατενενκάτω δὲ Κῶ-
μος Φιλοκράτει ἀργυρίου μνᾶς δεκατρεῖς ἐν ἐτέοις δεκατρίοις
φέρων τοῦ ἐνιαυτοῦ μνᾶν ἐν τὸν ἔρανον τὸν Ἀρχελάου. εἰ δέ τι
πάθοι Φιλοκράτης, κατενενκάτω τὸ ἀργύριον τοῖς ἐπινόμοις Θεο-
10 φράστοι, Ξένωνι Κῶμος, ἑκατέροι τὸ μέρος. εἰ δὲ τοῦ ἐπιλοίπου
ἀργυρίου τις ἐνάπτοιτο Κώμου ἢ ἀντιποιέοιτο κατενένκαντος
τὸ ἀργύριον, κύριοι ἐόντω οἱ βουλευταὶ καὶ ὁ θέλων συλέων
ἐπ’ ἐλευθερίαι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι. μάρτυ-
ρες· οἱ ἄρχοντες Καλλίας, Δαμένης, Βάκχιος· Ἧρυς Πλείστωνος,
15 Κλεόδαμος Ἀτεισίδα, Πάτρων Ἰατάδα, Εὔαρχος Μενέστα, Δίκα-
ιος, Δέξιππος, Κλέων Ξενοφίλου.
Search Help
Contact Us