[ ]
Phokis — Delphi — 177 BC
1 | ἄρχοντος Πραξία μηνὸς Ἀμαλίου, ἀπέ- |
δοτο Φιλοκράτης Θεοφράστου Δελφὸς | |
τοῖ Ἀπόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον | |
οἷ ὄνομα Κῶμος, τιμᾶς ἀργυρίου μνᾶν δεκα- | |
5 | τριῶν, καθὼς ἐπίστευσε τοῖ θεοῖ τὰν ὠνὰν Κῶμος. βεβαι- |
ωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου. κατενενκάτω δὲ Κῶ- | |
μος Φιλοκράτει ἀργυρίου μνᾶς δεκατρεῖς ἐν ἐτέοις δεκατρίοις | |
φέρων τοῦ ἐνιαυτοῦ μνᾶν ἐν τὸν ἔρανον τὸν Ἀρχελάου. εἰ δέ τι | |
πάθοι Φιλοκράτης, κατενενκάτω τὸ ἀργύριον τοῖς ἐπινόμοις Θεο- | |
10 | φράστοι, Ξένωνι Κῶμος, ἑκατέροι τὸ μέρος. εἰ δὲ τοῦ ἐπιλοίπου |
ἀργυρίου τις ἐνάπτοιτο Κώμου ἢ ἀντιποιέοιτο κατενένκαντος | |
τὸ ἀργύριον, κύριοι ἐόντω οἱ βουλευταὶ καὶ ὁ θέλων συλέων | |
ἐπ’ ἐλευθερίαι ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι. μάρτυ- | |
ρες· οἱ ἄρχοντες Καλλίας, Δαμένης, Βάκχιος· Ἧρυς Πλείστωνος, | |
15 | Κλεόδαμος Ἀτεισίδα, Πάτρων Ἰατάδα, Εὔαρχος Μενέστα, Δίκα- |
ιος, Δέξιππος, Κλέων Ξενοφίλου. |